Ancient Greek
515
Damascius, De Principiis 515
Unproofread scanNot analysed yet
ἀπαραλλακτεῖ πρὸς τὸ γεννῶν τὸ γεννώμενον; Μήποτε οὖν ἀσφαλέστερον λέγειν τὸ πρῶτον ἄνευ τε ἑνώσεως καὶ ἄνευ διακρίσεως, ἄτε καὶ ἑνὸς καὶ πλήθους ἐπέκεινα ὄν, πάντα πα|ράγει, ὡς πρόσθεν εἴρηται, τὸν ἀσύμφυλον τρόπον, καὶ πάντων κεχώρισται καὶ πᾶσιν ἔνεστι τρόπον ἕτερον τοιοῦτον. Ἄφ᾽ οὗ δὴ ἂν ἄρξηται ἡ διάκρισις, ἀπὸ τούτου καὶ τὸ ἐξηρημένον ἢ συντεταγμένον, καὶ ὅλως