Ancient Greek
518 to 520
Damascius, De Principiis 518-520
Unproofread scanNot analysed yet
τις ἐκείνου, οὐδὲ πρόοδος, οὐδὲ ἐπιστροφή διώρισται διὰ τὴν αὐτὴν αἰτίαν· οὐκ ἄρα οὐδὲ τὰ λοιπὰ δικαίως ἀπορήσομεν, ὕστερον δὲ ζητήσομεν ὅπου ταῦτα ἀποφαίνεται, καὶ τί ἐν ἐκείνοις τὸ μένον ἢ τὸ προϊὸν ἢ τὸ ἐπιστρεφόμενον, καὶ εἰ ταῦτόν καθ’ ὑπόστασιν ὅλην, ἢ τρεῖς αὗται ὑποσλάσεις. Εἰ δὲ τις ἐθέλοι, ὥσπερ ἐν σκότει ἀφάσσων, ὅμως καὶ ἐν ἐκείνοις κατὰ ἀναλογίαν Ρ. λογίαν ταῦτα θεωρεῖν, οὐ κατὰ ἕνδειξιν, ἀλλὰ κρειτλόνως ἢ κατὰ τὴν ἐνδείκνυσθαι δυναμένην ἀλήθειαν, ἀναλογείτω ἐκεῖνο μὲν τῷ μένοντι αἰτίῳ, τὸ δὲ ἀπ’ αὐτοῦ προϊὸν πρώτως τῷ προϊόντι καὶ ἄρχοντι τῆς κυρίως προόδου, τὸ δὲ τρίτον ἀπ’ αὐτοῦ τῷ ἐπιστρέφοντι. Ἐὰν δὲ αὐτὰ ταῦτα διασησώμεθα οἷα εἶναι ὑπονοοῦμεν, εἰσόμεθα ὅτι πρέψει αὐτοῖς ἢ ἀναλογία· πλὴν ὅτι καὶ ἐντεῦθεν ἤδη ζητητέον μήποτε ἄλλο τὸ μένον παρὰ τὸ ἐξ ἀρχῆς ὑποκείμενον ἐν πάντα εἶναι· τοῦτο γὰρ οὐδὲν ἐστὶ διωρισμένον. Τῶν δὲ μετ’ αὐτὸ τριῶν ὄντων, εἴποι τις ἂν, πρῶτον εἶναι τὸ μένον· εἰ γὰρ καὶ ταῦτα παντελῆ καὶ ἀδιόριστον ἕκαστον, ἀλλ’ ἤδη μᾶλλον ἂν τι ἕνδειζαιτο· τὸ μὲν κατὰ τὸ μένον ἐνδείξαιτο μᾶλλον, τὸ δὲ κατὰ τὸ προϊὸν,