Ancient Greek
525
Damascius, De Principiis 525
Unproofread scanNot analysed yet
τὴν πρώτην τριάδα τῶν νοητῶν· ἢ καὶ ταύτης ὑποβησόμεθα τῆς ὑποθέσεως, κατὰ δὲ τὸν Πορφύριον ἐροῦμεν τὴν μίαν τῶν πάντων ἀρχὴν εἶναι τὸν πατέρα τῆς νοητῆς τριάδος; Ὅπως μὲν οὖν τὰ λόγια βούλεται τῶν Θεῶν, ἄλλου ἂν εἴη καιροῦ διακρίνειν, τανῦν δὲ κατὰ τὸν φιλοσοφώτερον τρόπον ὃν προεχειρισάμεθα καὶ ταῦτα μετίωμεν. Οὐκοῦν ἡ ἀσύντακτος αἰτία καὶ πάντων μία κοινὴ