Ancient Greek
532
Damascius, De Principiis 532
Unproofread scanNot analysed yet
ὑπὲρ Ἰαμβλίχου, καὶ τῷ προρρηθέντι λόγῳ τῷ μετὰ τὸ ἐν πάντα τιθεμένῳ τὴν μένουσαν ἀρχήν, ἥ καὶ πρέψει πάντως τὸ τῆς μονάδος ὄνομά τε καὶ πρᾶγμα. Παρὰ γὰρ τὴν μονὴν ἡ μονὰς, καὶ οὕτω διὰς προοδικὴ ἐπιστρεπτική, καὶ οὕτω τριάς τοῦ κατὰ πλήθος. Αλλὰ κατὰ τὴν ἰδιότροπον φύσιν οὕτω λεγόμενον, οὐδὲ ἀξιώσει τὸ μένον προϊέναι πάντως, ἀλλὰ τῷ μονίμῳ ἑαυτοῦ