Ancient Greek
536 to 537
Damascius, De Principiis 536-537
Unproofread scanNot analysed yet
τὴν ἀπλῶς πάντα ἐντακτέον ἀρχὴν τὴν κατὰ πάντα ἕν, καὶ μὴ ἀπλῶς, ὥστε προσθετέον ἤδη τινα ἰδιότητα, καὶ δῆλον ὅτι τὴν πασῶν πρεσβυτάτην τε καὶ γενικωτάτην, εἶτα οὕτω τῇ τρίτῃ ἀρχῇ τρίτην ἄλλην ἰδιότητα κοινοτέραν καὶ φύσει δευτέραν. Αὕτη ἄρα πρὸς ἐκείνην ἔχει τινα ἀντίθεσιν, ὅ καὶ τοὺς παλαιούς οἶμαι συνἰδόντας Ρ. ιδόντας ὀνομάσαι αὐτάς, τοὺς μὲν πέρα καὶ ἄπειρον, τοὺς δὲ μονάδα καὶ ἀόριστον δυάδα, τοὺς δὲ Θεούς, πατέρα καὶ δύναμιν. Εἰ τοίνυν αὐται ὁποῖαί ποτέ εἰσι πρὸς τι ἰδιότροπον ἀποκλίνουσιν, ἢ πρὸς μηδὲν ἀποκλίνουσα, πάντα δὲ ἐν οὖσα, ἀπλῶς εἴη ἂν πρὸ τούτων μία κοινή, καὶ πρὸ γε ταύτης ἐσλὶν ἢ ἀπόρρητος. ἀλλὰ μὴν τὸ αὐτὸ καὶ ὧδε κατασκευάσειεν ἂν τις ἀπὸ τῶν κάτωθεν, οἷον ἀπὸ