Ancient Greek
539
Damascius, De Principiis 539
Unproofread scanNot analysed yet
μὲν ἑνοειδεῖ τὸ τοῦ ἑνὸς ἰδίωμα, τῇ δὲ πληθοειδεῖ τὸ τοῦ πλήθους ἴχνος. Εἰ γὰρ καὶ ἀπὸ μιᾶς αἱ δύο σειραὶ διασχίζονται, ἀλλὰ πρὸ τῶν σειρῶν αἱ ἀρχαὶ διίστανται· εἰ δὲ ἔχουσί τι καὶ αἱ δύο σειραὶ κοινὸν πρὸς ἀλλήλας (οὐ γὰρ δή πάντα εἰσὶ διεσπασμένα), κατὰ τοῦτό γε προῆλθον ἀπὸ τῆς μονοειδοῦς ἀρχῆς καὶ μιᾶς· καὶ ταῦτα λέγω κυρίως,