Ancient Greek
54
Damascius, De Principiis 54
Unproofread scanNot analysed yet
Αὗται γὰρ αἱ ὠδῖνες καὶ οὕτω διακαθαίρονται πρὸς τὸ ἀπλῶς ἕν καὶ τὴν μίαν ἀληθῶς τῶν πάντων ἀρχήν· πάντως δ' ὅτι τὸ ἕν ἡμῖν ἕν οὕτως ὑπονοούμενον, ἅτε προσεχέστερον καὶ ἡμῖν συγγενέστερον καὶ ἐκείνου τῷ παντὶ σχεδὸν λειπόμενον, ἑτοιμότερόν ἐστιν εἰς ὑπόνοιαν τὴν τοιαύτην. Ἀπὸ δὲ τοῦ τινός, ὁπωσοῦν τεθέντος, καὶ εἰς τὸ ἀπλῶς ῥᾳδία ἡ μετάβασις· κἄν ἐκείνῳ