Ancient Greek
543 to 545
Damascius, De Principiis 543-545
Unproofread scanNot analysed yet
οὐ μοι δοκεῖ ταῦτα ἐχυρὰ εἶναι πρὸς τὴν προκειμένην ἀπόδειξιν. Εἰ μὲν γὰρ ἀπὸ τῶν διωρισμένων ἀναγοίμεθα νοημάτων καὶ ὀνομάτων, προϋποτιθέμενοι καὶ ἐκεῖ τὰ τοιαῦτα, καλῶς μὲν ἂν τοῦτο προσηναγκάζομεν εἶναι τὸ ἐν πρὸ τοῦ πέρατος καὶ τῆς ἀπειρίας· ἐν γὰρ τι ἑκάτερον, καὶ ἐν τοῖς γε διωρισμένοις οὕτως ἔχειν ἀναγκαῖον, ἐκεῖνο δὲ συμβήσεται ἄτοπον μόνον τὸ πέρας ἐκεῖ τίθεσθαι καὶ τὸ ἄπειρον. Διὰ τί γὰρ μὴ καὶ μονάδα καὶ δυάδα ἀόριστον κατὰ τοὺς εἰπόντας, ἢ πατέρα καὶ δύναμιν; ἀλλὰ γὰρ ἕκαστα τούτων ἐννοοῦμεν, καὶ οὐδὲν ἄτιμώτερα ταῦτα ἀπειρίας καὶ πέραςτος. Ἀντὶ δυεῖν ἄρα ἀρχῶν ἢ τριῶν, πολλὰς αὐτόθι ποιήσομεν, καὶ τοσαύτας ὅσα τὰ γενικώτατα τῶν διωρισμένων, καὶ εἰ μὴ πάντα, ἀλλὰ τὰ γε ὑπὸ τῶν ἄλλων ὑποθειμένα, καὶ τὸ χαλεπώτερον, ὅτι διωρισμένας. Τί οὖν ἔτι διοίσει τὸ ἄκρον τοῦ νοητοῦ τῶν ἐν τῷ νῷ διακεκριμένων γενῶν; ἢ οὐ τὸ πέρας, ἀλλὰ τὸ κοινὸν τοῦ μονογενοῦς ὅλου σλίχου, οὐδὲ τὸ ἄπειρον, ἀλλὰ καὶ τοῦ ὁμοτρόπου τοῦδε γένους τὸ κοινὸν ἀνακτέον εἰς ἑκατέραν τῶν ἀρχῶν· ἢ καὶ οὕτω διορισμὸς ἔσται ἐκεῖ καὶ ἀντιδιαίρεσις, ὥστε οὐ πάντων ἑκάτερα, οὐδὲ