Ancient Greek
557
Damascius, De Principiis 557
Unproofread scanNot analysed yet
ἀντίθεσις τῶν ἀντιδιηρημένων ἐστίν· ἀλλ’ εἴπερ ἄρα ὡς αἴτιον καὶ αἰτιατόν, ὡς ὁ νοητὸς κόσμος τοῦ νοεροῦ, ὁ πᾶς τοῦ παντός. Ἔπειτα εἰ καὶ συγχωρήσομεν καὶ ἡμεῖς εἶναι τὴν μίαν, ἣν ἀναζητοῦντες ἐν τοῖς πρόσθεν ἀπόρρητον εὑρήκαμεν οὖσαν, ἀλλὰ τὴν μίαν ταύτην ὁ Πυθαγόρας ἐν ἀνευφήμησεν, οἷαν καὶ ἡμεῖς τὴν δεύτεραν οὖσαν ἐθέμεθα, ἐν πάντα εἰπόντες, μετὰ δὲ ταύτην εἶναι