Ancient Greek
580
Damascius, De Principiis 580
Unproofread scanNot analysed yet
ὡς ἀτεχνῶς μητρικὴν. Εἰ δὲ δεῖ τῶν συνηγορούντων λόγων ἀφέμενον, αὐτὸ καθ’ αὐτὸ τὸ ἡμέτερον ἀποδεῖξαι, καθὼ καὶ τοὺς ἄλλους φιλοσόφους ἐσλάναι, ὅτι μία μόνη ἡ πρὸ πάντων ἀρχὴ καὶ μετὰ τὴν μίαν αἱ δύο, πέρας καὶ ἄπειρον, ἢ ὅπως ἂν τις αὐτὰς ἐνδείκνυσθαι βούλοιτο καὶ διασημαίνειν, ἐντεῦθεν ποθεν ἀρκτέον τοῦ λόγου. Ἄλλο μὲν τὸ ἡνωμένον, ἄλλο δὲ τὸ ἕν,