Ancient Greek
588
Damascius, De Principiis 588
Unproofread scanNot analysed yet
τοῦ ἐξ ἀμφοῖν κατὰ μέθεξιν. Ὡς οὖν προϋπάρχει τὸ ἕν, οὕτω καὶ τὰ πολλά. Καὶ εἰ τὸ ἕν τοῦ πέρατος ἕτερον, καὶ τὰ πολλά τοῦ ἀπείρου ἕτερον, καὶ συμβήσεται πλείους εἶναι τὰς ἀρχὰς ἢ βουλόμεθα. Εἰ δὲ τὸ ἄπειρον καὶ τὸ πλῆθος εἰς ταὐτὸν ἔρχεται, καὶ τὸ πέρας καὶ τὸ ἕν εἰς ταὐτὸν ἐλεύσεται κατὰ τὴν ἀπὸ τῶν διωρισμένων ἔνδειξιν