Ancient Greek
597
Damascius, De Principiis 597
Unproofread scanNot analysed yet
τὸ μὲν ἐν οὐ πρόεισιν· εἰ γὰρ προῖσι, αὐτὸ ἂν εἴη τὸ ἄρχον προόδου συμπάσης, ὥστε καὶ πρὸ τοῦ ἑνὸς δεησόμεθα τῆς μὴ προϊούσης ἀρχῆς, ἀλλὰ μενούσης, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἢ πλῆθος δ τι βούλοιτό τις ὀνομάζειν τὸ πάσης αἴτιον προόδου. Ἕτερον δὲ ὅτι πλῆθος ἐκφαίνον δι’ ἑαυτοῦ τὴν διάκρισιν αὐτὸ ἂν εἴη τὸ ἀρχόμενον τῆς διακρίσεως, εἴτε ἑαυτὸ