Ancient Greek
604 to 605
Damascius, De Principiis 604-605
Unproofread scanNot analysed yet
δυὰς εἰς ταὐτὸν συνεωθεῖτο τοῖς πολλοῖς, ὥστε καὶ τὴν μονάδα καὶ τὸ πέρας εἰς ταὐτὸν εἶναι τῷ ἐνί, ὡς γίνεσθαι τὸ ἐν μίαν τῶν δυεῖν ἀρχῶν. Καὶ γε τῆς προόδου πάσης προαιτία πῶς ἔστιν ἡ δευτέρα τῶν δυεῖν, τὸ δὲ ἐν ἤδη πῶς ὑποφαίνει τὸ μόνιμον ἐν τοῖς οὖσιν, καθόσον ἀπρόοδον εἶναι πέφυκεν καὶ ἀντίξουν πρὸς τὴν διάκρισιν, ἥς ἄνευ οὐκ ἂν γένοιτο πρόοδος, καὶ ὅσα ἂν τις ἀπὸ τῶν εἰρημένων ἄλλα συλλογίσαιτο πρὸς τὴν ὑπόθεσιν. Ἔτι μέντοι πρὸς τούτοις καὶ ἐκεῖνα ῥητέον, ἐν μὲν ὅτι τὸ ἐν οὐκ ἔστι πάντη ἄρρητον, ἀλλὰ μόνον οὐ λόγῳ ῥητόν, οὐδὲ γὰρ καταφάσει οὐδὲ ἀποφάσει, ἁπλῷ δὲ ἴσως νοήματι, οὐδὲ τούτῳ λογικῷ οὐδὲ νοερῷ (πᾶν γὰρ τὸ τοιοῦτον εἰδητικόν τε καὶ