Ancient Greek
611
Damascius, De Principiis 611
Unproofread scanNot analysed yet
μὴ ἔτι κοινοτέραν τινὰ καὶ ἤδη ἀρχὴν ἀξίαν κεκλῆσθαι· ἀλλ’ οὐκ ἐπὶ τὴν ἀπόρρητον, εἰ γε ἀσύμφυλος ἐκείνη ἔστιν ταῖς ἡμετέραις ἀπάσαις ἐννοίαις καὶ τὸ πάμπαν ἀνευνόητος. Εἰ δὲ ἡ ἀντίθεσις τοῦ ἑνὸς πρὸς τὰ πολλά τὸ ἕν πάλιν ἀπαιτεῖ πρὸ τοῦ ἑνός, οὐκ ἂν ἡμεῖς γε τὴν ἀντίθεσιν ταύτην ἐκεῖ δεξάμεθα, ἀλλὰ κάτω σου ἐν τοῖς διωρισμένοις, ὅφ’ ὧν