Ancient Greek
616
Damascius, De Principiis 616
Unproofread scanNot analysed yet
πλείω, ἢ πάντα ὅσα γένη τοῦ ὄντος ἐκεῖ προϋπάρχειν σπερματικῶς, ἐπεὶ καὶ πάντα τις ἐθέλει ἀπλῶς ὡς ἐν μονάδι πάντα τιθέναι τὸν ἀριθμόν, οὐδὲν κωλύει. Πολλὰ δὲ οὖν τὸ ὂν· τούτων δὲ τὰ μὲν πρὸς τοῦ πέρατος, τὰ δὲ πρὸς τῆς ἀπειρίας. Δεῖν οὖν φησί τις ἴσως προϋποτιθέναι τὰς αἰτίας καὶ τοῦ ἑνὸς ὄντος καὶ τῆς ἐν αὐτῷ δυαδικῆς φύσεως