Ancient Greek
618
Damascius, De Principiis 618
Unproofread scanNot analysed yet
δύο στίχων καὶ οὕτω τῆς μιᾶς ὅλης ἀντιδιαιρέσεως ἀναβήσεσθαι ἡμᾶς ἐπὶ δύο πάντως ἀρχάς, ὧν προϋπάρχειν τὴν μίαν κορυφήν, συμφύσεως αἰτίαν οὖσαν, τῶν δὲ δυεῖν ἀρχῶν καὶ τῶν ἀπὸ τούτων διχῇ ἀποφυομένων δυεῖν ἀπάντων ἀντιθέτων κατὰ πᾶσαν ἀντίθεσιν ἀπομεριζομένων ὀχετῶν· τοιαῦτα γὰρ ἔλεγε καὶ ὁ τὴν Ἰαμβλίχου πρεσβεύων ἀρχὴν μέσην τιθεμένην τῶν τε δυεῖν καὶ τῆς ἀρρήτου παντελῶς. Ἔτι