Ancient Greek
624
Damascius, De Principiis 624
Unproofread scanNot analysed yet
πρὸ πάντων ἀδιόριστους ἀρχάς· καὶ γὰρ ἡ τοῦ ἑνὸς καὶ ἡ τῶν πάντων, φαίη τις ἂν· ἀλλὰ διακαθαίροντες ὅμως ἀπὸ τοῦ διωρισμένου ἐπὶ τὸ ἀδιόριστον τὰς ἡμετέρας ἐννοίας ὡς οἷόν τε φέρομεν, ὁμοῦ τὸ ἓν καὶ τὰ πάντα λέγοντες, τοῦ μὲν ἑνὸς ἀποθραύοντες τὸ μερικὸν τῇ προσθήκῃ τῶν πάντων, τῶν δὲ πάντων τὸ σύνθετον τῇ προσθέσει τῆς τοῦ ἑνὸς ἁπλότητος