Ancient Greek
63
Damascius, De Principiis 63
Unproofread scanNot analysed yet
ὡς ἐπὶ τοῦ νοητοῦ, οὐδὲ τὸ μὴ πεφυκὸς νοεῖσθαι τῇ οὐσιώδει καὶ πολλῇ νοήσει, ὡς ἐπὶ τοῦ ἑνός, ἀλλὰ τὸ μηδεμίαν ἑαυτοῦ παρεχόμενον ἀντιλαβήν, μηδὲ ὑποψίαν· οὐδὲ γὰρ μόνον ἄγνωστον αὐτὸ φαμεν, ἵνα ἄλλο τι ὃν ἔχει φύσιν τὸ ἄγνωστον, ἀλλ’ οὐδὲ ὃν, οὐδὲ ἕν, οὐδὲ πάντα, οὐδὲ ἀρχὴν τῶν πάντων οὐδὲ ἐπέκεινα πάντων, οὐδὲ τι ἀπλῶς ἀξιοῦμεν αὐτοῦ κατηγορεῖν.