Ancient Greek
636 to 637
Damascius, De Principiis 636-637
Unproofread scanNot analysed yet
ἡ μὲν ἐστὶ τῶν ἀρχῶν οἷον μονάς, ἡ δὲ οἷον δυάς, ἡ δὲ κατὰ τὸ πρὸ ἀμφοῖν ἕν· οὕτω γὰρ ἀποφαίνεσθαι καὶ Πυθαγόραν. Ἡ Πυθαγόρας μὲν τὴν ἀπόρρητον ἀρχὴν τῷ ἑνὶ παρεδήλωσεν, οὐκ ἔχων ὅτῳ ἄλλῳ φθέγξαιτο πρὸς ἄλλον· ἡμεῖς δὲ νῦν ἀτιμάζομεν καὶ τὸ ἕν, πρὸς τὴν ἐκείνου ἔσιν ἀτιμάζοντες, ἐπεὶ σεμνοτέρα γε φαίνεται τῷ ἀπορρήτῳ μόνῳ σμυυνθεῖσα θεῖσα παρ᾽ ἡμῶν, εἰ θέμις εἰπεῖν. Οὕτω γοῦν καὶ Αἰγύπτιοι σκότος ἄγνωστον ἐκάλουν· καὶ τοῦτο τρὶς ἐπιφημίζοντες ἐκείνην τὴν ἀρχὴν καὶ ἔτι σκότος ὑπὲρ νόησιν πᾶσαν, καὶ ἔτι κρύψιν μεγάλην ἀνυμνοῦντες αὐτήν, τὰ ἡμέτερα πάθη μᾶλλον ἐκτραγωδοῦντες, ἐπ’ ἐκείνην παραδηλοῦν ἐπιχειροῦντες. Ἀλλὰ δὴ καὶ τὰ πολλὰ πρὸ μονάδος ἐστὶ καὶ δυάδος, καὶ ὅλως παντὸς ἀριθμοῦ, ὡς ἐν Παρμενίδῃ δείκνυσι,