Ancient Greek
647
Damascius, De Principiis 647
Unproofread scanNot analysed yet
παντελῇ οὐκ ἀδιάκριτον κεκλῆσθαι ἀξίων· οὐδὲ γὰρ ἕνωμένον, ἀλλ’ ἔτι ἁπλούστερον πολλὰ ἢ ἄπειρον ἢ δυάδα· τὸ γὰρ ἡνωμένον ἔμφασιν ἔχει καὶ πολλοῦ καὶ ἑνός, εἰ καὶ μήπω διώρισται, μηδὲ ταῦτα ἐν αὐτῷ. Ἐκείνη δὲ ἡ ἀρχὴ πολλὰ μόνον, καθό ἑστὶ· διὸ καὶ ἄπειρον καθ’ ἑαυτό· τὸ γὰρ ἄνευ τοῦ ἑνὸς πλῆθος ἐπινοούμενον ἀπειράκις ἄπειρον καὶ ἡ τοῦ ἀπείρου ἀστάθμητος