Ancient Greek
659
Damascius, De Principiis 659
Unproofread scanNot analysed yet
οὕτως ἔχειν πρὸς ἀλλήλας ἀπεφήναντο τὰς τρεῖς ἀρχὰς ὡς ἂν ἔχοι νοῦς καὶ δύναμις καὶ πατήρ, ἡ ὕπαρξις καὶ δύναμις τῆς ὑπάρξεως καὶ νόησις τῆς δυνάμεως. Πάντως δὲ φανερὸν ὅτι οὐδὲ ταῦτα ἀληθεύεται ἀληθῶς ἐπ’ ἐκείνων. Καὶ γὰρ ὁ τούτων διορισμὸς ἐν τῇ τρίτῃ τῶν νοητῶν διακοσμήσει νοητῶς ἐμφαίνεται καὶ κρυφίως· ἐν δὲ τῷ ἡνωμένῳ καὶ ταῦτα ἡνῶται· οὐδὲ γὰρ