Ancient Greek
663
Damascius, De Principiis 663
Unproofread scanNot analysed yet
δυεῖν ἀρχῶν; οὐχ ὅτι πολλῷ μειζόνως ἠνῶνται· μᾶλλον δὲ πρὸ τοῦ ἡνωμένου οὖσαι παντὸς ἓν αἱ δύο πάντως εἰσί. Πῶς οὖν δύο; ἢ οὐχὶ κατὰ δυάδα, οὕτω γὰρ ἐκεῖ ἀριθμός· οὐδὲ ὅλως διορισμός, οὐδὲ γὰρ μονάς· οὐδὲ γὰρ τὸ ἓν αὐτὸ ὃ λέγεται ἓν, οὐδὲ πολλά· καὶ ταῦτα γὰρ ἀντι- διώρισται πρὸς ἀλλήλα. Καταχρώμεθα δὲ ὅμως τοῖς ὀνόμασιν ἐπ’ ἐκείνων,