Ancient Greek
665
Damascius, De Principiis 665
Unproofread scanNot analysed yet
δύο ρητέον τὰς ἀρχάς, οὐδὲ γὰρ μίαν, ὡς ἀριθμοῦντας, ἀλλὰ κατὰ τὴν ἰδιότητα μᾶλλον ὑπονοοῦντας ἣν φαμεν εἶναι δυάδος τε καὶ μονάδος. Δυὰς γάρ, ὅτι δυαδική, καὶ μονάς, ὅτι μοναδική· καὶ γὰρ ἓν οὕτω καὶ πολλά, οὐ τῇ ἰδιότητι, οὐ τῷ ἀριθμῷ, οὐδὲ ὅλως τῷ ὡσῷ, οὐδὲ πεποσωμένῃ τινὶ φύσει, οὐδὲ τῇ ποσοῦ ἀρχῇ, οὐδὲ τῆς πεποιωμένης οὐσίας, ἀλλ’ ἐπέκεινα