Ancient Greek
669
Damascius, De Principiis 669
Unproofread scanNot analysed yet
αὐτὰς δηλοῦν ἢ ἐνδείκνυσθαι Ρ. τὸν δυνατὸν τρόπον, ὥστε μὲν ἀπὸ τῶν δύο συστοιχιῶν ἀνακαθαιρομένων κάτωθεν καὶ συγκορυφουμένων ἀνωτάτω πρὸς τὴν δίδυμον ἐκείνην μίαν κορυφήν, ὥστε ποτὲ δὲ μεγαλειότερον ἀπὸ τῶν ὅλων πληρωμάτων τῶν πανταχοῦ καὶ τῶν ὅλων κόσμων ὡς πληθυομένων τε καὶ ἐνουμένων, ὑποτεταγμένων ἀεὶ τούτων ἐκείνοις, καὶ μεγάλοις οὕτω βήμασιν, ἀναπεμπόντων ἡμᾶς εἰς τὴν παντελῆ τῶν πρώτων ἀρχῶν