Ancient Greek
676
Damascius, De Principiis 676
Unproofread scanNot analysed yet
αὐτὸ τίθεμεν; καὶ πῶς λέγεται μικτὸν ὑπὸ τοῦ Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων τῶν Πλατωνικῶν, καὶ ἔτι πρότερον ὑπὸ Φιλολάου καὶ τῶν ἄλλων Πυθαγορείων; Οὐ μόνον ὅτι ἐκ περαινόντων καὶ ἀπείρων συμπέπηγεν οἷον τὸ ὃν φησιν ὁ Φιλόλαος, ἀλλ’ ὅτι καὶ μετὰ τὴν μονάδα καὶ ἀόριστον δυάδα τίθενται τρίτην ἀρχὴν τὴν ἡνωμένην τριάδα. Πᾶν δὲ ἡνωμένον μικτόν, εἴπερ ἔμ- φασιν