Ancient Greek
714
Damascius, De Principiis 714
Unproofread scanNot analysed yet
τούτου. Οὐκ ἄρα δύο πληρώματα τοῦ μικτοῦ, τὸ μὲν ἕνωμα, τὸ δὲ διάκριμα, καθάπερ ἐν νῷ, ἀλλὰ τὸ ὅλον μόνον καὶ ἄμικτον οὕτως ὡς μικτοῦ ἰδιότης ἐμφανεῖσα πρώτη· οὐ γὰρ ὡς ἐκ πλειόνων εἰς ταὐτὸ συγκραθέντων (τοῦτο μὲν γὰρ οὐδὲ τῷ μίγματι τῆς ἡμετέρας ψυχῆς προσήκοι ἂν τι δικαίως), ἀλλ’ οὐδὲ ὡς πλειόνων τινῶν ἐκεῖ τῷ ἐνὶ συναναφανέντων κατὰ ἀλήθειαν·