Ancient Greek
726
Damascius, De Principiis 726
Unproofread scanNot analysed yet
ἐν αὐτῷ μίγνυται· πάντα ἄρα, καὶ τοῦτο πρὸ πάντων, ὡς ἡ μονὰς ὁ πᾶς ἀριθμὸς καὶ ὁ ἄπειρος ἀεὶ προτιθέμενος· οὐ γὰρ ἀνελίξει ποτὲ τὸν ἐν τῇ μονάδι συνηρημένον ὁ προποδίζων ἀπ’ αὐτῆς ἀεὶ ἀριθμός. Διὸ καὶ ταύτῃ τὸ μικτὸν ἐξ ἀπείρου καὶ πέρατος, ὅτι καὶ πάντων ὑπερήπλωται τῶν μεθ’ ἑαυτό, καὶ τὴν ἀπειρίαν συνείληφε τῶν ἐπ’ ἄπειρον ἐπ’ αὐτοῦ