Ancient Greek
758 to 759
Damascius, De Principiis 758-759
Unproofread scanNot analysed yet
καὶ ἐν ὕλης τέτακται λόγῳ πρὸς τὴν εἰδοποιοῦσαν ἰδιότητα· αὕτη δὲ χαρακτηρίζει καὶ συνάγει καὶ ἀλλοιοῖ πρὸς ἑαυτὴν τὰ στοιχεῖα, πᾶσιν ἐξάρχουσα καὶ συμπαρατεινομένη τῇ ἑαυτῆς ἀπλότητι. Διὸ καὶ μᾶλλον ὁλόκληρος εἶναι βούλεται ἢ τῶν στοιχείων ὁτιοῦν. Ἕκαστον γὰρ ἐκείνης ἐστὶ καὶ ἀπ’ ἐκείνης παρονομάζεται· καὶ γὰρ τὰ ἄλλα κατὰ ταύτην ἐστίηκε· τὰ γὰρ τέσσαρα στοιχεῖα ἀνθρωπείως ἢ ἱππείως ἢ σεληνιακῶς ἢ ἡλιακῶς ὑφῑστίηκε· τὸ δὲ ἐξ ἀμφοῖν ὅλον τὸ εἶδος ἢ τὸ γένος ἢ ὁ νοῦς ἢ τὸ ζῷον ἢ ἡ ζωὴ ἢ τὸ ὄν, ὃ δὴ πρῶτον ὑποτιθέμεθα τῶν οὕτως ὑφισιῶτων. Οὐ μὴν σύνθεσιν οἰητέον ἐπ’ αὐτῶν ἡμᾶς λέγειν, ἀλλ’ ἐν καὶ πολλὰ ἕκαστον εἶδος, ἐν μὲν καθό ἐστιν ἰδίωμα, πολλά δὲ κατὰ συνεδρεύοντα ἀ στοιχεῖα