Ancient Greek
764
Damascius, De Principiis 764
Unproofread scanNot analysed yet
ὁλοκλήρων ὄντων πληρωμάτων; ἢ αὗται μὲν, αἱ ἡμῖν τοιαῦταί τινες, οὐ μέντοι αὗται μόνον εἰσὶν αἱ ἁπλαῖ ἰδιότητες, ἀλλὰ καὶ ἐν ἐκείνοις πλουσιώτερον μὲν καὶ τρανέστερον, ἁπλαῖ δὲ ὅμως προλάμ- πουσιν ἐπικρατοῦσαι τῶν συνόντων ἀπάντων τῷ οἰκείῳ φωτί, καὶ διὰ τοῦτο καὶ μέχρις ἡμῶν οὕτω πόρρωθεν ἐκνικῶσαι καὶ ὁπωσοῦν, καίτοι τῶν ἄλλων πο ἀποσβεννυμένων καὶ μὴ συνεκπιπτόντων. Καὶ γὰρ τῶν