Ancient Greek
776
Damascius, De Principiis 776
Unproofread scanNot analysed yet
ἄλλως τὰ πολλά προάγειν πέφυκε τὰ διακεκριμένα, τὸ δὲ ἕν ταῦτα συνάγειν εἰς ἕνωσιν. Ὡς οὖν ἡ δευτέρα ἀρχὴ μετὰ τὴν πρώτην εὐθὺς, οὕτω καὶ τὰ πολλά προϊόντα περὶ τὸ ἕν πρόεισι τὸ ἀπ’ ἐκείνου καὶ ὑπ’ αὐτοῦ, ὅ συνδεῖται καὶ ἀνακαλεῖται πρὸς ἕνωσιν, ὅτι καὶ ἡ δευτέρα ἀρχὴ ἐν τῇ πρώτῃ ἵδρυται. Τὸ ἐξ ἀμφοῖν ἄρα οὐδὲ ἕν μόνον,