Ancient Greek
78
Damascius, De Principiis 78
Unproofread scanNot analysed yet
μετέχον τῶν δύο εἰδῶν μικροῦ καὶ μεγάλου, οὕτως ἄμα ἔστι μέγα καὶ μικρόν, οὕτω καὶ ἄμα τοῦτο τοῦ γνωστοῦ μετασχὸν καὶ τοῦ ἀγνώστου ἑκάτερόν ἐστιν· καὶ ὡς τὸ γνωστὸν προϋπάρχει, καὶ τὸ ἄγνωστον ἀνάγκη προϋπάρχειν, ἄλλως τε καὶ εἰ κρεῖττον εἴη τοῦ γνωστοῦ, ὡς τῇ αἰσθήσει τὸ νοητὸν ἄγνωστον, τῷ δὲ νῷ γνωστόν· οὐ γὰρ ἂν εἴη τὸ κρεῖττον στέρησις