Ancient Greek
786
Damascius, De Principiis 786
Unproofread scanNot analysed yet
δὲ ἐκεῖ πλειόνων ἕκαστον οὐδὲ ἕκαστον εἶναι βούλεται, ἀλλὰ καὶ τὰ ἄλλα πάντα, μᾶλλον δὲ ἐν ἀντὶ ἀπάντων, ἀλλὰ τὰ πάντα συνηρηκός. Πρῶτα γὰρ ἐκεῖνα κέρματα τοῦ ἑνός, καὶ διὰ τοῦτο περιέχεται εὐθὺς τῆς ἑνώσεως καὶ συμφύεται, εἰ θέμις εἰπεῖν, πρὸ τῆς διακρίσεως· ὠδίνει γὰρ μόνον αὐτήν, καὶ τοῦτό ἐστιν ἡ ὅλη τῶν ἐκεῖ πλειόνων διάκρισις. Ἄρα οὖν ἐτι ἐν;