Ancient Greek
798 to 799
Damascius, De Principiis 798-799
Unproofread scanNot analysed yet
οὔτω γὰρ τις ἐκεῖ διάκρισις, ἀλλ’ ἢν ἂν εἴποι τις ἐν εἶναι τῇ πρὸ δυνάμεως καὶ ἐνεργείας οὐσία, δύναμιν καὶ ἐνέργειαν συνοὐσιωμένην, καθ’ ἣν γεννᾷ καὶ προβάλλεται τὴν μεθ’ ἑαυτὴν δύναμιν καὶ ἐνέργειαν. Ταύτην ἂν τις καὶ ἔτι συμφυεστέραν ἀπολείποι σὺν τῇ πρώτῃ οὐσία, δύναμιν καὶ ἐνέργειαν. Διὸ πρὸ αὐτῆς δύναμις μόνον καὶ ὑπάρξις, πρὸ δὲ τῆς δυνάμεως ὑπάρξις μόνον, καὶ οὐδὲ ὁπωσποῦν οὔτε δύναμις, οὔτε το ἐνέργεια, ἀλλὰ τὸ πάντων ἀπλούστατον, ἡ ὑπάρξις. Ἄρα οὖν ἄλλο παρὰ τὸ εἶναι τὸ ὑπάρχειν, ὡς δοκοῦσι ποιεῖν οἱ φιλόσοφοι, καὶ αὐτὸς ὁ Ἰάμβλιχος ἄλλοθί τε πολλαχοῦ καὶ ἐν τῇ περὶ Θεῶν; Ἡ τὸ μὲν εἶναι τῆς οὐσίας παραωνυμία, ἡ δὲ οὐσία, κἂν τὴν πρὸ δυνάμεως λάβῃς καὶ ἐνεργείας, ἐκ τριῶν