Ancient Greek
801 to 802
Damascius, De Principiis 801-802
Unproofread scanNot analysed yet
καὶ ἀπὸ τοῦ ἑνὸς ἀνηγόμεθα, καὶ ἀπὸ τοῦ πέρατος καὶ ἀπ’ ἄλλων πλειόνων, ἀπὸ δὲ δυνάμεως τῆς καὶ ὑπαρχούσης εἰς τὴν τρίτην. Οὕτω μὲν οὖν ἄλλο παρὰ τὴν οὐσίαν ἡ ὑπάρξις, ὡς ἰδιότης μία γυμνουμένη τῶν ἄλλων εἰς ἔνδειξιν τῆς πρώτης ἀρχῆς. Ὡς δὲ καθ’ ὑπόστασιν φάναι, καὶ ταὐτὸν ἂν εἴη ὑπάρξις τῇ οὐσία, εἰ γε μετὰ δυνάμεως καὶ ἐνεργείας ὑφἐσίηκεν ὡς ἀληθῶς. Τὰ γὰρ πρὸ τούτων ὄντα καὶ πρὸ πάσης ἐστὶν ὑπάρξεως, καὶ ἐν μόνον, ὡς εἴρηται πολλάκις· ἡ δὲ ὑπάρξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἀπὸ τοῦ ὄντος ὑπέστησαν καὶ ἐν τῷ ὄντι πρώτῳ, πλὴν ὅτι ἐν τούτῳ μὲν κατὰ τὴν ὕπαρξιν καὶ δύναμις καὶ ἐνέργεια, καθάπερ εἴπομεν, ἐν δὲ τῇ δευτέρᾳ τάξει ει εἰ