Ancient Greek
81
Damascius, De Principiis 81
Unproofread scanNot analysed yet
εἰ ἄγνωστον. Παντελὴς γὰρ ἀγνοία 2ο περὶ αὐτό· καὶ οὔτε ὡς γνωστόν, οὔτε ὡς ἄγνωστον ἐκεῖνο γιγνώσκομεν. Διὸ καὶ περιτρεπόμεθα πανταχῇ ὡς κατὰ μηδὲν αὐτοῦ ἐφαπλόμενοι, ἄτε καὶ οὐδενὸς ὄντος, μᾶλλον δὲ μηδὲ τούτου ὄντος, τὸ οὐδέν. Οὐκοῦν τὸ μηδαμῇ μηδαμῶς ὄν ἐστὶν ἢ ἐπέκεινα τούτου, εἴπερ τοῦτο μὲν τοῦ ὄντος ἀπόφασις, τὸ δὲ καὶ τοῦ ἑνός, οἷον τὸ οὐδέν·