Ancient Greek
817
Damascius, De Principiis 817
Unproofread scanNot analysed yet
τὴν δύναμιν οὖσαν. Ἔδει δὲ συνιδεῖν ὅτι καὶ εἰ σύνεστι τῷ εἶναι τὸ μένειν, ὅμως οὐκ ἔστι ταυτόν, ὡς αἱ ἔννοιαι σαφῶς διακρίνουσιν, ἄλλο τὸ εἶναι γινώσκουσαι καὶ ἄλλο τὸ μένειν. Δεῖ γὰρ τι καὶ εἶναι πρότερον, εἶτα μένειν ἢ κινεῖσθαι. Καὶ τὸ μὲν μένειν ἀντίκειται τῷ κινεῖσθαι· τὸ γὰρ μένειν καὶ ἴσλασθαι ταυτόν, τὸ δὲ εἶναι ἢ οὐδὲν ἔχει