Ancient Greek
832 to 833
Damascius, De Principiis 832-833
Unproofread scanNot analysed yet
μόνην λέγεται τὴν σιλάσιν, καὶ οὔτε πρὸς οὐσίαν οὔτε μέσον τι σιλάσεως καὶ κινήσεως. Ἔτι δὲ οὐδὲ ἐννοίας προβαλλόμεθα τὰς αὐτὰς κινεῖσθαι σθαί τε ἀκούοντες καὶ ἐνεργεῖν· καὶ γὰρ τὸ ἐσιλάσαι καὶ ἡρεμεῖν καὶ καθεύδειν καὶ ὅσα τοιαῦτα ἐνεργήματα νοοῦντες οὐ κινήματα νοοῦμεν, ἀλλὰ τοῦναντίον, τὸ γὰρ ἐσιλάσαι τῷ κινεῖσθαι ἐναντίον. Εἰ δὲ τὸ ἐνεργεῖν ἐπ’ ἁμφοῖν, οὐκ ἂν εἴη τὸ κινεῖσθαι το ἐναντίον· εἰ δὲ κινεῖσθαι καὶ τὸ κοινὸν καλοῦμεν, τὸ ἐσιλάσαι τί φήσομεν; ἀεὶ γὰρ τῇ κινήσει τὴν σιλάσιν ἀντιθετέον· καὶ εἰ ἡ δύναμις κίνησις, τί ἂν ἡ σιλάσις; οὐδὲν γὰρ ἐστιν ὁ ἀντίκειται τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει πλὴν τῆς οὐσίας, κατὰ δή τινα τρόπον· ἡ οὐσία ἄρα στάσις ἐσται. Τοῦτό σου τὸ τοῦ Στρατωνος,