Ancient Greek
84
Damascius, De Principiis 84
Unproofread scanNot analysed yet
τῷ πολυτιμήτῳ νῷ ἄγνωστον· πῶς γὰρ νοῦς εἰς τὸ νοητὸν ὁρᾷ· τὸ δὲ νοητὸν ἢ εἶδός ἐστιν ἢ ὤν. Αλλὰ μήποτε ἢ θεία γνώσις αὐτὸ γινώσκει καὶ ταύτῃ γνωστόν ἐστι τῇ ἑνιαίᾳ καὶ ὑπερουσίῳ. Ἄλλ’ αὐτῇ τῷ ἐνὶ ἐπιβάλλει· τὸ δὲ ἥν ἄρα καὶ τοῦ ἑνὸς ἐπέκεινα· ὅλως δὲ εἰπεῖν, εἰ γινώσκοιτο, καὶ ἐκεῖνο μετὰ τῶν ἄλλων ἐστὶ, καὶ αὐτὸ