Ancient Greek
840
Damascius, De Principiis 840
Unproofread scanNot analysed yet
καὶ οὐ προηγουμένως οὐ ἕνεκα. Ἔπειτα καὶ ἡ κίνησις κινεῖ· τοῦ γὰρ ἰδιώματος τούτου μεταδοτικὴ ἡ κίνησις, ὡς τοῦ ἰσᾶνειν ἡ στάσις· ὥστε καὶ ἐνεργήσει ἡ κίνησις καθάπερ ἡ στάσις· οὐκ ἄρα κίνησις ἡ ἐνέργεια. Εἰ δὲ καὶ ἡ κίνησις καθὸ κίνησις, οὐδὲν ἄλλο ἢ κινήσις ἔστιν, ἡ δὲ ἐνέργεια συναναφέρει κατὰ τὸ ὄνομα καὶ τὸ ἀποτελούμενον ἔργον· καὶ ὅτι