Ancient Greek
847 to 848
Damascius, De Principiis 847-848
Unproofread scanNot analysed yet
ἡνωμένον ἦν· ἢ καὶ ταύτας ἡνῶσθαι ὁμολογητέον, καὶ μήπω προελθεῖν μηδεμίαν ἐκτένειαν, ἀλλὰ συνεπιῦχθαι καὶ ἡνῶσθαι τὰς τρεῖς ἀλλήλαις, μᾶλλον δὲ μηδὲ διακριθῆναί σω, καθ’ ὃν δὲ εἶναι τὰς τρεῖς τὸ μικτὸν λεγόμενον, ὡς εἴρηται πρότερον. Τοιγαροῦν τὸ εἶναί φαμεν τοῦ ὄντος ἐνέργειαν, καίτοι τὴν φύσιν αὐτοῦ σημαίνει μᾶλλον· εἰ δὲ καὶ ὀντοποιεῖ, ἀλλὰ τῷ εἶναι καὶ τούτῳ ὀντοποιεῖν. Ἡ μὲν γὰρ τοῦ νοῦ ἐνέργεια σαφής, εἰ καὶ τῇ οὐσίᾳ σύνδρομος καὶ οἷον συμπαγής, ἡ δὲ τοῦ ὄντος αὕτη ἐστὶν ἡ οὐσία, ὥσπερ τῆς ζωῆς ἔχει μὲν ἔμφασιν τοῦ χωρισμοῦ· ζῆν γὰρ λέγομεν τὴν ζωήν καὶ δοκεῖ ἄλλο παρὰ τὴν ζωήν εἶναι, ἐστὶν δὲ ἐπ’ ἐκείνης ὅμως ταυτόν· σημαίνει γὰρ τὸ ζῆν εἶναι. Ἐπὶ δὲ γε τῶν