Ancient Greek
866
Damascius, De Principiis 866
Unproofread scanNot analysed yet
τί θαυμαστὸν εἰ ἡ τῶν ὄντων ἀκρότης οὕτως ἔχει, ὥστε γε καὶ τὸ ὄν τὸ γένος οὕτως ἔχειν δοκεῖ ὡς ἐλέγετο; πλὴν ἵσως τοῦτο μὲν κατὰ τὸν χαρακτῆρα τῆς ἰδιότητος, ὡς τὸ ἐν ἀπλοῦν, καίτοι οὐχ ἀπλοῦν, ἐκεῖνο δὲ κατὰ τὴν παντελῆ πρὸ πάντων ἀδιάκριτον ὑπόστασιν, ὡς ἐν τῷ μέσῳ τοῦ νοητοῦ παρασκευάζεται καὶ ταῦτα πρὸς τὴν διάκρισιν.