Ancient Greek
871
Damascius, De Principiis 871
Unproofread scanNot analysed yet
κατὰ ταῦτα χαρακτηρίζεται, ἀλλὰ καὶ τούτων ὥσπερ καὶ τῶν ἄλλων ἐπέκεινα, ὥστε οὐδὲ νοητὸν ἐκεῖνο. Τί οὖν ἂν εἴη; οὐ γὰρ δήπου ἕν, πρῶτον μὲν ὅτι καὶ τὸ ἕν διώρισται· εἰ δὲ κατὰ ἕνδειξιν, τί ἂν διενέγκοι ἡ τρίτη ἀρχὴ τῆς πρώτης τῶν τριῶν; ἐν γὰρ καὶ ἐκείνη τοιοῦτον. Μήποτε οὖν ῥητέον αὐτὸ μόνον ἡνωμένον· καὶ πῶς γὰρ οὐ μέλλει