Ancient Greek
876
Damascius, De Principiis 876
Unproofread scanNot analysed yet
ὁ πρὸ πάντων. Πῶς δ’ ἄλλως ὁ Ἰάμβλιχος τὸ νοητὸν ἐξηγούμενος περὶ τὸ ἓν αὐτὸ φησιν ὑποσῆναι καὶ ἀνεκφοίτητον εἶναι τοῦ ἑνός; ἢ συννοῶν καὶ αὐτὸς ὁ λέγομεν ἡνωμένον τε καὶ ἓν ὄν, ὡς οὔπω μὲν τῷ ὄντι ὄν, οὔδ’ ἔτι μέντοι ἓν, διὰ μέσον δὲ ἀμφοῖν τεταγμένον. Πρὸς δὲ τούτοις μετὰ τὸ ἓν ὃν τὴν οὐσίαν ἀντιδίδησι τῷ