Ancient Greek
878 to 879
Damascius, De Principiis 878-879
Unproofread scanNot analysed yet
οὐ διεῖλε τὸ ὅλον εἰς ἓν καὶ ὄν· καὶ τῶν μορίων δὲ ἕκαστον ἓν ὄν ἐποίησεν· εἰ δὲ μέρη φησὶ τοῦ ἑνὸς ὄντος εἶναι τὸ ἓν καὶ τὸ ὄν, ἀλλὰ προϊὼν μικρὸν διεσάφησεν ὡς οὔτε τὸ ὂν ἄνευ ἐστὶ τοῦ ἑνός, οὔτε τὸ ἓν ἄνευ τοῦ ὄντος. Εἰ δὲ καὶ δοκεῖ διορίζεσθαι ἑκάτερον ὡς μετέχον τοῦ ἑτέρου, ἀλλὰ τῆς ἀνωνύμου μεσότητος τοῦτο ποιεῖ δηλωτικόν, ὡς εἰ λέγοι τις ἄλλο τὸ ἀμέριστον ἐν ψυχῇ καὶ μέτοχον τοῦ μεριστοῦ, ἄλλο τὸ μεριστὸν καὶ μέτοχον τοῦ ἀμεριστοῦ. Νοητέον μέντοι ἑκάτερον κατὰ μίαν τὴν συναμφότερον φύσιν ἀμιγῆ πως οὔσαν καὶ ἀπλῆν πρὸς γε τὸ μεριστὸν καὶ ἀμέριστον. Εἰ δὲ νοητὸν αὐτὸ λέγοιμεν, ἄλλον τρόπον ἐροῦμεν, ἢ ὡς τὸ ὂν γνωστόν εἶναί φαμεν·