Ancient Greek
883
Damascius, De Principiis 883
Unproofread scanNot analysed yet
καὶ ἀναφῆ ὡς οὖσαν οὐσίαν, ἣν δικαίως καὶ τῆς ἀληθείας πεδίον κέκληκεν, καὶ τρέφεσθαι τὴν ψυχὴν ἐκ τοῦ ἐκεῖ λειμῶνος, ὡς ἂν ἐκεῖ οὔσης τῆς νοητῆς οὐσίας. Ἔτι δὲ σαφέστερον ἐν τῷ Κρατύλῳ ταῦτά φησι· ποιήσας γὰρ τὸν οὐρανὸν ὄψιν ἀνθρώπων, καὶ δηλοῦντι πρῶτην, δῆλόν ἔστι· τὸ ὑπ’ αὐτῆς ὁρώμενον καὶ πρῶτον ὁρατὸν λέγειν τὸ ὑπερκείμενον προσεχῶς. Ἔοικε δὲ καὶ