Ancient Greek
889
Damascius, De Principiis 889
Unproofread scanNot analysed yet
τὸ μὲν εἰπὼν μετέχειν, τὸ δὲ μετέχεσθαι. Ἀλλὰ καὶ ἐν τῇ πρώτῃ τῶν ὑποθέσεων ἀφαιρεῖ τοῦ ἕνος τὸ εἶναι καὶ τίθεται ἄνευ τοῦ εἶναι τέως τὸ ἕν· εἶτα μέντοι καὶ τοῦτο ἀναιρεῖ. Ὡς δὲ ἐν ταύτῃ δύο ἀναιρεῖ, οὕτω καὶ ἐν τῇ δευτέρᾳ δύο τίθεται. Τὸ ἕν ἄρα καὶ τὸ ὂν συνέζευκται δύο ὄντα ἀλλήλοις· οὕτω δὲ συμφυῶς ἔχεται ἀλλήλων,