Ancient Greek
895
Damascius, De Principiis 895
Unproofread scanNot analysed yet
ἤδη διακρινομένην, οὐκ ἂν εἴη τὸ ἡνωμένον οὐσία τοιαύτη, ἀλλ' ἥτις ἐστὶ μετὰ τὸ ἡνωμένον ἕν καὶ πολλὰ γενομένη· ἐκεῖνο δὲ ἦν ἕν πολλὰ ὡς ἠνωμένον. Εἰ δὲ καὶ τοῦτο κατὰ τὰς εἰρημένας ἐνδείξεις οὐσίαν καλοῖ τις, οὐδὲν παράλογον ὑποτίθεσθαι πρὸ τῆς εἰς πολλὰ διακρινομένης δι' ἑτερότητος οὐσίας εἶναι τὴν παντελῶς ἡνωμένην καὶ ἀνετεροίωτον. Διὸ καὶ τῆς ἑτερότητος μήπω