Ancient Greek
904
Damascius, De Principiis 904
Unproofread scanNot analysed yet
καὶ ἡ ψυχὴ τούτῳ ἐποχουμένη, καὶ ἔτι ταύτῃ ὁ νοῦς ἐπιβαίνων. Εἰ δὲ κατ’ αἰτίαν ἐν τῷ δημιουργῷ τὰ τρία, τί οὐχὶ καὶ ἐν τῷ ἡνωμένῳ τὸ ἕν καὶ τὸ ὄν, οὐ διωρισμέναις αἰτίαις; οὔπω γὰρ ἐκεῖ διορισμός, ἀλλὰ κατὰ μίαν ἀμφοῖν αἰτιώδη τοῦ ἡνωμένου ὡς ἀληθῶς ὕπαρξιν, ὥστε συνελὼν ἀξιώσω τὸ μὲν κατὰ ἔνδειξιν ἕν εἰρημένον οὐδὲ ἕν εἶναι