Ancient Greek
927
Damascius, De Principiis 927
Unproofread scanNot analysed yet
τὸ τρίτον ἡ ἡνωμένη γνώσις ῥηθεῖσα· καὶ αὕτη ἐστὶν ἡ νοητὴ γνώσις ὡς ἀληθῶς, καὶ ἡ νοητὴ ζωή καὶ ἡ νοητὴ οὐσία, τὸ νοητὸν ἔχουσα κοινὸν ἑκάστη· τοῦτο δὲ ἦν τὸ ἠνωμένον· «πάντα ἐστὶ γάρ, ἀλλὰ νοητῶς,» φησὶ τὸ λόγιον, τοῦτο δ’ ἐστὶν ἀδιακρίτως τε καὶ ἠνωμένως. Ἔστιν ἄρα καὶ γνώσις νοητή, καὶ αὕτη ἐστὶν ἡ ἀπλῶς γνώσις· οὔτε γὰρ