Ancient Greek
931
Damascius, De Principiis 931
Unproofread scanNot analysed yet
τοῦ ἐνὸς τὸ ἡνωμένον οὕτως ὡς πρόσθεν ἐλέγομεν. Χωρὶς δὲ τούτων καὶ οἱ Θεοὶ γιγνώσκεσθαι τὸ νοητὸν ἀποφαίνονται σαφῶς, οὐ μόνον λέγοντες νοεῖσθαι καὶ νοεῖν· ἤδη μὲν γὰρ ταῦτα καὶ ἄλλως ἐξηγοῦνται οἱ φιλόσοφοι, τὸ νοητὸν προκεῖσθαι τῷ νῷ λέγοντες, οὐχ ὡς γνωστόν, ἀλλ’ ὡς ἐφετόν, καὶ ἀπὸ τούτου πληροῦσθαι τὸν νοῦν λέγοντες οὐ γνώσεως, ἀλλ’ οὐσίας καὶ τῆς ὅλης